bannerbannerbanner
Название книги:

Сочинения. Том 4

Автор:
Гален
полная версияСочинения. Том 4

000

ОтложитьЧитал

Шрифт:
-100%+

7.4.22. ἴσως οὖν ἐρεῖ τις· “εἴπερ ὅλως ἓν νεῦρον οἷόν τ’ ἐστὶ διακοµίζειν τοῖς κάτω µέλεσι τὰς ἀπὸ τῆς ἀρχῆς δυνάµεις ἀκοίλιον ὑπάρχον, ἐγχωρήσει καὶ πάντα.”

7.4.23. τί δήποτ’ οὖν ὅ γε κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου πόρος αἰσθητός ἐστιν οὕτως ὡς ἐν τοῖς ὀπτικοῖς νεύροις; ἢ ὅτι τῷ µὲν συνεχεῖ ἡ µετάδοσις ἀσθενὴς γίγνεται τῶν δυνάµεων καὶ µάλισθ’ ὅταν ἤτοι µεῖζον ἢ σκληρότερον ᾖ τὸ δεχόµενον ἢ σφοδροτέρας ἀλλοιώσεως δεόµενον, εἰ δέ γε λεπτοµεροῦς οὐσίας ἄχρι τινὸς ἔµπτωσις γίγνοιτο µετὰ βίας τε καὶ πληγῆς, αὐξηθήσεται τὰ τῆς ἀλλοιώσεως;

7.4.24. ἐλέχθη γὰρ ὅτι τοῦτο δὴ τὸ καλούµενον ὑπὸ τῶν πολλῶν διάδοσις δυνάµεως ἀλλοιώσεώς ἐστι µετάδοσις, οἵα καὶ κατὰ τὸν ἀέρα γίγνεται πρὸς τῆς ἡλιακῆς αὐγῆς.

7.4.25. οὕτως γοῦν εἰκός ἐστι καὶ τὸ παραγιγνόµενον εἰς ὀφθαλµοὺς πνεῦµα κατὰ µὲν τὴν πρώτην ἔµπτωσιν ἑνοῦσθαί τε τῷ περιέχοντι καὶ συναλλοιοῦν αὐτὸ πρὸς τὴν ἰδιότητα τῆς ἑαυτοῦ φύσεως, οὐ µὴν ἐπὶ πλεῖστόν γ’ ἐκτείνεσθαι.

7.5.1. Μάλιστα δ’ ἂν πεισθείη τις τοῦτο γίγνεσθαι µαθὼν ὅπως εὔλογόν ἐστιν ὁρᾶν ἡµᾶς. ἀρχὴ δὲ καὶ τοῦδε τοῦ λόγου τοιάδε· τὸ βλεπόµενον σῶµα δυοῖν θάτερον· ἢ πέµπον τι πρὸς ἡµᾶς ἀφ’ ἑαυτοῦ σὺν ἐκείνῳ καὶ τὴν ἰδίαν ἐνδείκνυται διάγνωσιν, ἢ εἴπερ αὐτὸ µηδὲν πέµπει, περιµένει τινὰ παρ’ ἡµῶν ἀφικέσθαι δύναµιν αἰσθητικὴν ἐφ’ ἑαυτό.

7.5.2. πότερον οὖν αὐτῶν ἐστιν ἀληθέστερον ὧδ’ ἂν µάλιστα κριθείη· διὰ τοῦ κατὰ τὴν κόρην τρήµατος ὁρῶµεν, ὅπερ εἰ περιέµενε πρὸς ἑαυτὸ παραγενέσθαι τινὰ µοῖραν ἢ δύναµιν ἢ εἴδωλον ἢ ποιότητα τῶν ἐκτὸς ὑποκειµένων σωµάτων, οὐκ ἂν τοῦ βλεποµένου τὸ µέγεθος ἐγνώκειµεν, οἷον ὄρους εἰ τύχοι µεγίστου.

7.5.3. τηλικοῦτον γὰρ εἴδωλον ἐνέπιπτεν <ἂν> ἀπ’ αὐτοῦ τοῖς ὀφθαλµοῖς ἡµῶν ἡλίκον ἐστὶν αὐτό, ὅπερ παντάπασιν ἄλογον, ἅµα τῷ καὶ κατὰ µίαν ῥοπὴν καιροῦ πρὸς ἕκαστον τῶν ὁρώντων, εἰ καὶ µυρίοι τύχοιεν ὄντες, ἀφικνεῖσθαι.

7.5.4. τὸ δὲ ὀπτικὸν οὐχ οἷόν τε τοσαύτην ῥύσιν ἐκτεινόµενον λαµβάνειν ὡς περιχεῖσθαι παντὶ τῷ βλεποµένῳ σώµατι· τοῦτο γὰρ ὅµοιόν ἐστι τῷ τῶν Στωϊκῶν σταλαγµῷ κεραννυµένῳ τῇ πάσῃ θαλάττῃ.

7.5.5. λείπεται οὖν ἔτι τὸν πέριξ ἀέρα τοιοῦτον ὄργανον ἡµῖν γίγνεσθαι καθ’ ὃν ὁρῶµεν χρόνον, ὁποῖον ἐν τῷ σώµατι τὸ νεῦρον ὑπάρχει διὰ παντός.

7.5.6. τοιοῦτον γάρ τι πάσχειν ἔοικεν ὁ περιέχων ἡµᾶς ἀὴρ ὑπὸ τῆς τοῦ πνεύµατος ἐκπτώσεως, ὁποῖόν τι καὶ πρὸ<ς> τῆς ἡλιακῆς αὐγῆς.

7.5.7. ἐκείνη τε γὰρ ψαύουσα τοῦ ἄνω πέρατος αὐτοῦ δ<ιαδ>ίδωσιν εἰς ὅλον τὴν δύναµιν, ἥ τε διὰ τῶν ὀπτικῶν νεύρων ὄψις φεροµένη τὴν µὲν οὐσίαν ἔχει πνευµατικήν, ἐµπίπτουσα δὲ τῷ περιέχοντι καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζοµένη διαδίδωσιν ἄχρι πλείστου, συνεχοῦς αὑτῷ δηλονότι τοῦ πέριξ σώµατος ὑπάρχοντος, ὡς ἐν ἀκαρεῖ χρόνῳ τὴν ἀλλοίωσιν εἰς ὅλον αὐτὸ διαπέµπειν.

7.5.8. ἐναργῶς γὰρ τοιοῦτον φαίνεται κἀπὶ τῆς κατὰ τὸν ἥλιον ὑπάρχον δυνάµεως. θέντες γοῦν τι στερεὸν σῶµα µεταξὺ τὸν ἐφεξῆς ἀέρα βλέποµεν εὐθέως ἀπολλύντα τὴν αὐγήν, ὡς ἐν τῷ µεταβάλλειν φωτοειδῆ γιγνόµενον, οὐκ ἐν τῷ µεταβεβληκέναι διαµένοντα· µόνιµον γὰρ ἂν ἦν τὸ φῶς ἐν αὐτῷ µέχρι πολλοῦ, κἂν ἤρθη τὸ φωτίζον.

7.5.9. οὕτω δὲ καὶ νεύρου τµηθέντος, ὅσον ἂν ἡ τοµὴ χωρίσῃ τῆς πρὸς τὸν ἐγκέφαλον συνεχείας, ἀναίσθητον εὐθέως γίγνεται.

7.5.10. φαίνεται γοῦν ὅµοιόν τι πάθος ἀµφοτέροις συµβαίνειν, τῷ τε νεύρῳ καὶ τῷ πέριξ ἀέρι, κατὰ µὲν τὴν ἑαυτῶν φύσιν ἔχουσιν ἤδη τινὰ ὁµοιότητα, πρὸς δὲ τὸ µεταβάλλον ὁµοιουµένοις ἀκριβῶς ὡσαύτως τῇ συνεχείᾳ καὶ τοῦ πάσχειν ἀεὶ δεοµένοις, ὥσπερ ὁ πέριξ ἡµῶν ἀήρ, ὁπότε φωτίζεται.

7.5.11. σαφῶς γοῦν κατ’ αὐτὸν ἡ µὲν θερµασία µέχρι πολλοῦ διαµένει, κἂν χωρισθῇ τὸ θερµαῖνον, ὡσαύτως δὲ καὶ ἡ ψῦξις οὐκέτι παρόντος τοῦ ψύχοντος,

7.5.12. ἡ δ’ αὐγὴ παραχρῆµα τῷ φωτίζοντι συναπέρχεται. φαίνεται δὲ καὶ κατὰ τὰς ἀρτηρίας ἡ αὐτὴ φύσις. ὁµοίως γοῦν τοῖς νεύροις καὶ αὗται διατµηθεῖσαί τε καὶ βρόχῳ διαληφθεῖσαι ἄσφυκτοι γίνονται, στερηθεῖσαι οὐχ ὡς ᾿Ερασίστρατος οἴεται τοῦ <πνεύµατος τοῦ> παρὰ τῆς καρδίας ἐπιπεµποµένου – δέδεικται γὰρ ἐν ἄλλοις ὑφ’ ἡµῶν ἀδύνατον τοῦτο, δειχθήσεταί τε καὶ νῦν ἐν τοῖς ἐφεξῆς, ὡς µηδὲν τῷ λόγῳ λείπειν—, ἀλλὰ τῷ τοὺς χιτῶνας αὐτῶν συνεχεῖς ὑπάρχοντας τῷ τῆς καρδίας σώµατι παρ’ ἐκείνου τὴν δύναµιν ἐπιρρέουσαν ἴσχειν ἀεί.

7.5.13. Kοινὸν µὲν οὖν ἁπασῶν ἐστι τῶν αἰσθητικῶν δυνάµεων ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν ἐχουσῶν φέρεσθαι διὰ τῶν νεύρων ἄχρι τῶν οἰκείων ὀργάνων· ὁµοειδὲς δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ νεῦρον ὑπάρχον τῷ ἐγκεφάλῳ, πλὴν ὅσον ἐπιλήθη δυσπαθείας ἕνεκεν, εὐθὺς µὲν αὐτῷ τούτῳ τοσοῦτον ἀπεχώρησε τῆς ἐγκεφάλου φύσεως ὅσον ἐσκληρύνθη πιληθέν, εὐθὺς δὲ καὶ διὰ τοῦτ’ αὐτὸ δεῖται τῆς ἐκείνου διηνεκοῦς ἐπικουρίας, ὡς εἴ γε τοιοῦτον ἔµενεν οἷόν ἐστιν ὁ ἐγκέφαλος, οὐκ ἂν ἐδεῖτο τῆς ἐξ αὐτοῦ βοηθείας.

7.5.14. αἱ γὰρ τῶν οὐσιῶν ἰδιότητες οἰκείας ἑαυταῖς ἔχουσικαὶ τὰς τῶν δυνάµεων ἰδιότητας. εἰς ὅσον οὖν ἕκαστον τῶν αἰσθητικῶν ἰδίως ὀνοµαζοµένων νεύρων ἀποκεχώρηκε τῆς ἐγκεφάλου φύσεως, εἰς τοσοῦτον καὶ τῆς δυνάµεως αὐτοῦ.

7.5.15. καλεῖται δ’ ἰδίως αἰσθητικὰ νεῦρα τὰ τοῖς αἰσθητικοῖς ὀργάνοις ἐπιπεµπόµενα, µαλακώτερα τῶν ἄλλων ὑπάρχοντα τῶν κινούντων τὰ µόρια, προµηθῶς καὶ τοῦτο τῆς φύσεως ἐργασαµένης.

7.5.16. ἐπειδὴ γὰρ ἡ µὲν αἴσθησις οὐκ ἄνευ τοῦ διατεθῆναί πως τὸ νεῦρον, ἡ δὲ κίνησις ἐν τῷ δρᾶν µόνῳ τὴν ἐνέργειαν ἔχει, κατὰ λόγον ἁπαλώτερον µὲν τὸ αἰσθητικόν, σκληρότερον δὲ τὸ κινη<τι>κὸν νεῦρον ἐγένετο. µέτεστι δὲ καὶ τοῖς κινητικοῖς ἅπασιν αἰσθήσεως ἁπτικῆς, ἐπειδὴ παχυµερές ἐστι τὸ ταύτης αἰσθητόν.

7.5.17. ἔµπαλιν δὲ τούτῳ τὸ τῆς ὄψεως νεῦρον οὐ τῷ τετρῆσθαι µόνον αἰσθητῷ τρήµατι τὴν ὑπεροχὴν ἐνδείκνυται τῆς δυνάµεως, ἀλλὰ καὶ τῇ µαλακότητι καὶ τῷ µεγέθει καὶ τῷ λύεσθαι πάλιν ἐν ὀφθαλµοῖς γενόµενον ἐξοµοιοῦσθαί τε κατὰ πάντα ἐγκεφάλῳ.

7.5.18. καὶ αὐτὸ δὲ τὸ νεῦρον ὅλον, ὅσον ἐστὶν ἐγκεφάλου τε καὶ ὀφθαλµοῦ µεταξύ, τὸ µὲν ἔνδον ἑαυτοῦ µαλακώτερον ἔχει, τὸ δ’ ἔξω σκληρότερον, ἀµφοτέρων στοχασαµένου τοῦ δηµιουργοῦ, τῆς τε κατὰ τὴν ὁδοιπορίαν ἀσφαλείας καὶ τοῦ διασώζειν εἰς ὅσον οἷόν τε τὴν ἐγκεφάλου φύσιν.

7.5.19. εἰκότως οὖν ἁπάντων νεύρων, οὐ µόνον τῶν ἐξ ἐγκεφάλου πεφυκότων ἀλλὰ καὶ τῶν ἐκ τοῦ νωτιαίου, µέγιστον ἀπειργάσθη τὸ τῆς ὄψεως.

7.5.20. ἐξαίρετα γὰρ ἐχρῆν αὐτῷ παρὰ τἆλλα ὑπάρχειν πολλά, τετρῆσθαί τε διὰ τοῦ βάθους καὶ µαλακῷ µὲν εἶναι κατὰ ταῦτα, σκληρῷ δὲ τὰ πέριξ, ἀφικνεῖσθαί τε δι’ αὐτοῦ πολλὴν ἐξ ἐγκεφάλου πνευµατικὴν οὐσίαν εἰς τὰς χώρας τῶν ὀφθαλµῶν.

7.5.21. τό τ’ οὖν τρῆµα πάντως ἐχρῆν ὑπό τινος οὐσίας περιέχεσθαι στεγανῆς, ἥτις ἄνευ τοῦ παχυνθῆναι τὸ νεῦρον οὐκ ἂν ἐγένετο, τό τε πάχος αὐτοῦ διττὴν ἔχει<ν> ἰδέαν, µαλακοῦ µὲν ἔνδον, ἔξωθεν δὲ σκληροῦ γενοµένου.

7.5.22. ῞Oτι δὲ καὶ τὸν ὀφθαλµὸν οὐκ ὀλίγης ἐχρῆν οὐσίας ἐγκεφάλου µετειληφέναι, πεισθήσῃ σαφῶς ἀνατεµὼν αὐτόν.

7.5.23. εὑρήσεις γὰρ ὑπὸ τοῖς χιτῶσιν ἔνδον ὑγρὰ σφαιροειδῆ διττά, τὸ µὲν οὕτω µαλακὸν οἵαπέρ ἐστιν ὕαλος ἡ µετρίως λυθεῖσα, τὸ δ’ οὕτω σκληρὸν οἷος ὁ µετρίως παγεὶς κρύσταλλος.

7.5.24. ὀνοµάζεται δ’ ὑπὸ τῶν ἰατρῶν ὑαλοειδὲς µὲν τὸ µαλακώτερον, κρυσταλλοειδὲς δὲ τὸ σκληρότερον ἀπὸ τῆς πρὸς ὕαλόν τε καὶ κρύσταλλον ὁµοιότητος, οἷς οὐ µόνον ταῖς συστάσεσιν, ἀλλὰ καὶ ταῖς χροιαῖς ἔοικεν· ἀκριβῶς γάρ ἐστι καθαρὰ καὶ διαυγῆ καὶ λαµπρά.

7.5.25. πρότερον µὲν οὖν ἐκδέχεται τὸν ἐξ ἐγκεφάλου καθήκοντα πόρον εἰς ἑκάτερον αὐτῶν τὸ ὑαλοειδές, ἐφεξῆς δ’ αὐτῷ τὸ κρυσταλλοειδὲς ἐοικὸς ἀτρέµα πεπλατυσµένῃ σφαίρᾳ.

7.5.26. καὶ τοίνυν ὁ πόρος αὐτὸς ἅµα τῷ περιέχοντι νεύρῳ διεξελθὼν τὸν ἔξωθεν χιτῶνα κατὰ τὸν ὀφθαλµὸν ἄµφω ταῦτα πάσχει κατὰ τὴν πρώτην ἔµπτωσιν, ἣν εἰς τὴν χώραν αὐτοῦ ποιεῖται· ἐκεῖ µὲν τὸ πνεῦµα κεραννύει τοῖς ὑγροῖς ἕνεκα τοῦ γενέσθαι τὴν οὐσίαν αὐτῶν ὅλην αἰσθητικήν, περιλαµβάνει δ’ αὖθις λυθείσῃ τε καὶ πλατυνθείσῃ τῇ κατὰ τὸ νεῦρον οὐσίᾳ τὸ ὑαλοειδὲς ὑγρὸν ἐµφυόµενος κατὰ τὸ πέρας ἑαυτοῦ τῷ µεγίστῳ κύκλῳ τοῦ κρυσταλλοειδοῦς.

7.5.27. ὥστε σοι τὸ σχῆµα δόξει τοῦ πλατυνθέντος νεύρου παραπλήσιον ἀµφιβλήστρῳ γεγονέναι· διὸ καὶ προσηγορεύκασιν ἀµφιβληστροειδῆ χιτῶνα τουτὶ τὸ σῶµα.

7.5.28. καὶ εἰ περιελὼν ὅλον αὐτὸ πειραθείης ὁµοῦ πᾶν ἀθροῖσαι µόριον, ἐγκέφαλός σοι φανεῖται, καὶ εἰ δείξαις γέ τινι µὴ τεθεαµένῳ πόθεν ἠθροίσθη, φήσει µέρος ὑπάρχειν ἐγκεφάλου τὸ δεικνύµενον σῶµα καὶ ἀπιστήσει κατὰ τοὺς ὀφθαλµοὺς αὐτὸ περιέχεσθαι.

7.5.29. τοσαύτῃ µὲν ὑπεροχῇ τῆς κατασκευῆς ὀφθαλµὸς κέχρηται παρὰ τἆλλα τῶν αἰσθήσεων ὄργανα· καὶ θαυµαστὸν οὐδὲν εἰς ὅσον αὐτῷ τὸ πρῶτον αἰσθητὸν ἀκριβέστερόν τ’ ἐστὶ καὶ λεπτοµερέστερον ἢ τοῖς ἄλλοις, εἰς τοσοῦτον καὶ τῆς ἐγκεφάλου φύσεως αὐτὸν ἐπὶ πλέον ἐκείνων µετειληφέναι.

7.5.30. οὔτε γὰρ εὑρήσεις αὐτὴν ἔτι τὴν κατὰ τὸν ἐγκέφαλον οὐσίαν ἐν οὐδενὶ τῶν ἄλλων ὀργάνων οὔτε <τοῦ> κατὰ τὰς κοιλίας, ὡς ἐν αὐτῷ, πνεύµατος ψυχικοῦ τοσοῦτον πλῆθος.

7.5.31. Eἰκότως δ’ ὡς ἔφην οὕτω κατεσκευάσθη δεόµενος ὀργάνῳ χρῆσθαι τῷ πέριξ ἀέρι.

7.5.32. καὶ γίγνεται δὲ τοιοῦτον ὄργανον αὐτῷ πρὸς τὴν τῶν αἰσθητῶν οἰκείαν διάγνωσιν οἷον ἐγκεφάλῳ τὸ νεῦρον, ὥσθ’ ὃν ἔχει λόγον ἐγκέφαλος πρὸς τὸ νεῦρον, τοιοῦτον ὀφθαλµὸς ἔχει πρὸς τὸν ἀέρα.

7.5.33. τὸ δ’ οἰκεῖον αἰσθητὸν ὄψεως, ὅπερ καὶ πρῶτον αὐτῆς αἰσθητὸν ὠνόµασα, τὸ τῶν χρωµάτων ἐστὶ γένος. ἐκείνου µὲν γὰρ πρώτου τε καὶ καθ’ αὑτὴν καὶ µόνη τῶν ἄλλων αἰσθάνεται, καθάπερ ἡ γεῦσις τῶν χυµῶν.

7.5.34. συνδιαγιγνώσκει[ν] δ’ αὐτῷ τὸ κεχρωσµένον σῶµα, καθάπερ ἡ γεῦσις τὸ τοὺς χυµοὺς ἔχον ἀλλ’ ἡ µὲν γεῦσις ὁµοίως ταῖς ἄλλαις αἰσθήσεσιν ἐπὶ τὸ τοῦ ζῴου σῶµα περιµένει παραγενέσθαι τὸ αἰσθητόν, ἡ δ’ ὄψις ἐκτείνεται διὰ µέσου τοῦ ἀέρος ἐπὶ τὸ κεχρωσµένον.

7.5.35. ὅθεν αὐτῇ µόνῃ συνδιαγιγνώσκειν ὑπάρχει τῇ χροιᾷ τοῦ βλεποµένου τό τε µέγεθος αὐτοῦ καὶ τὸ σχῆµα µηδὲ τούτου δυναµένης αἰσθάνεσθαι αἰσθήσεως ἄλλης, ὅτι µὴ κατὰ συµβεβηκὸς ἐνίοτε τῆς ἁφῆς.

7.5.36. ἐξείργασται γοῦν τῶν τοιούτων ὁ λόγος ἐν τῷ πέµπτῳ Περὶ ἀποδείξεως.

7.5.37. τῇ δ’ οὖν ὄψει πρὸς τοῖς ἄλλοις ὑπάρχει καὶ θέσιν καὶ διάστηµα συνδιαγιγνώσκειν τοῦ κεχρωσµένου σώµατος οὐδενὸς τῶν ἄλλων αἰσθέσθαι δυναµένου.

7.5.38. ὅσοι δ’ ἐπιχειροῦσι καὶ ὀσφρήσει καὶ ἀκοῇ τῆς θέσεως τοῦ τὸν ἀτµὸν ἀποπέµποντος σώµατος ἢ τοῦ πλήξαντος τὸν ἀέρα µεταδιδόναι τῆς διαγνώσεως ὅπως ἁµαρτάνουσιν οὐ νῦν καιρὸς ἐρεῖν.

7.5.39. εἴρηται γὰρ ἐπὶ πλεῖστον ὑπὲρ ἁπάντων τῶν κατὰ τὰς δύο αἰσθήσεις φαινοµένων ἐν τῷ πέµπτῳ Περὶ τῆς ἀποδείξεως, ὥσπερ γ’ ἔφαµεν· ἐν ᾗ πραγµατείᾳ γυµνασάµενός τις ἑτοιµότερον ἀκολουθήσει τοῖς νῦν λεγοµένοις. ἐπιδέδεικται γὰρ ἐν ἐκείνοις ἅπαντα µαρτυροῦντα τῷ τὸ βλεπόµενον σῶµα καθ’ ὃν ἂν ὑπάρχῃ τόπον ὁρᾶσθαι.

 

7.5.40. φαίνεται δὲ τοῦτ’ ἐναργῶς καὶ δι’ αὐτῆς τῆς αἰσθήσεως· ὅθεν οὐδ’ οἱ γεωµετρικοὶ µετ’ ἀποδείξεως ἀλλ’ αὐτόθεν ὡς ἐναργὲς αὐτὸ τιθέασι, καίτοι τοῦ γε κατ’ εὐθείας ὁρᾶν ἡµᾶς γραµµὰς ἢ τοῦ τὴν ὄψιν, ἐπειδὰν ἀκριβῶς τινι λείῳ καὶ στίλβοντι προσπέσῃ, κατὰ τὴν ἴσην ἀνακλᾶσθαι γωνίαν ᾗ προσέπεσεν ἀποδείξεις φέρονταί τινες.

7.5.41. εἴπερ οὖν ἡ ὄψις µόνη τῶν ἄλλων αἰσθήσεων αἰσθάνεται τοῦ κινοῦντος αὐτὴν αἰσθητοῦ διὰ µέσου τοῦ ἀέρος, οὐχ ὡς βακτηρίας τινός, ἀλλ’ ὡς ὁµοειδοῦς τε καὶ συµφυοῦς ἑαυτῇ µορίου καὶ µόνῃ τοῦτ’ ἐξαίρετον αὐτῇ δέδοται µετὰ τοῦ καὶ δι’ ἀνακλάσεως ὁρᾶν, εἰκότως ἐδεήθη πνεύµατος ἄνωθεν ἐπιρρέοντος αὐγοειδοῦς, ὃ προσπῖπτον τῷ πέριξ ἀέρι καὶ οἷον ἐπιπλῆττον αὐτὸν ἑαυτῷ συνεξοµοιώσει.

7.5.42. δεόντως οὖν ἐροῦµεν αὐγοειδὲς µὲν εἶναι τὸ τῆς ὄψεως ὄργανον, ἀεροειδὲς δὲ τὸ τῆς ἀκοῆς, ἀτµοειδὲς δὲ τὸ τῆς ὀδµῆς καὶ τὸ µὲν τῆς γεύσεως ὑγρόν, τὸ δὲ τῆς ἁφῆς γεῶδες.

7.5.43. οὐδὲ γὰρ οἷόν τ’ ἦν ἑτέρως ἔχειν αὐτὰ τῆς ἐκ τῶν ὁµοίων ἀλλοιώσεως χρῄζοντα καὶ τοῦτ’ ἄρ’ ἦν ὃ βούλεται δηλοῦν ὁ ᾿Εµπεδοκλῆς ἐν οἷς φησι “γαίῃ µὲν γὰρ γαῖαν ὀπώπαµεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δίᾳ, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον”.

7.5.44. αἰσθανόµεθα γὰρ ὄντως τῷ µὲν γεωδεστέρῳ τῶν αἰσθητηρίων, ὅπερ ἐστὶν ἡ ἁφή, τῆς γεώδους φύσεως ἐν τοῖς αἰσθητοῖς, τῷ δ’ αὐγοειδεστάτῳ, <τῷ> τῆς ὄψεως, τῆς αὐγοειδοῦς, καθάπερ γε καὶ τῷ κατὰ τὴν ἀκοὴν ἀεροειδεῖ γιγνοµένῳ τῶν ἰδίων ἀέρος παθηµάτων ἡ διάγνωσις ἀποτελεῖται. καὶ µὲν δὴ καὶ τῷ κατὰ τὴν γεῦσιν ὑγρῷ καὶ σπογγοειδεῖ τὴν φύσιν ὄντι τῶν χυµῶν ἡµῖν αἴσθησις γίγνεται.

7.5.45. λοιπὸν δ’ ἐστὶ τὸ τῆς ὀσφρήσεως ὄργανον, οὐκ ἐν τοῖς κατὰ τὴν ῥῖνα πόροις, ὡς οἱ πολλοὶ νοµίζουσιν, ἀλλ’ ἐν τοῖς πέρασι τῶν προσθίων ἐγκεφάλου κοιλιῶν, εἰς ἅπερ ἀνήκουσιν οἱ κατὰ τὴν ῥῖνα πόροι· κατὰ τοῦτο γάρ τοι τὸ µόριον ἀτµοειδεστάτας εἶναι συµβέβηκε τὰς κοιλίας αὐτοῦ.

7.5.46. γέγραπται δὲ τῷ βουλοµένῳ καὶ περὶ τοῦδε βιβλίον ἓν ἡµέτερον, ᾧ καὶ τὸ ἐπίγραµµά ἐστι περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου.

7.6.1. πέµπτον γὰρ δὴ τοῦτ’ ἔστιν αἰσθητήριον, οὐκ ὄντων πέντε στοιχείων, ἐπειδὴ τὸ τῶν ὀσµῶν γένος ἐν τῷ µεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος τε καὶ ὕδατος, ὡς καὶ Πλάτων εἶπεν ἐν Τιµαίῳ κατὰ τήνδε τὴν ῥῆσιν· “µεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ µεταξὺ γεγόνασιν ὀδµαὶ σύµπασαι.”

7.6.2. λέγει δὲ καὶ περὶ τοῦ τῆς ὄψεως ὀργάνου ὅτι πυρός ἐστι τοῦ καθαρωτάτου γένους, ὅπερ αὐτὸς αὐγήν τε καὶ φῶς ὀνοµάζει, διαφέρον ἄνθρακός τε καὶ φλογός.

7.6.3. φησὶ γοῦν· “µετὰ δὲ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τ’ ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ καίει µὲν οὔ, φῶς δὲ τοῖς ὄµµασι παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόµενον αὐτοῦ.”

7.6.4. τούτων οὖν τῶν τριῶν γενῶν τὸ µὴ καῖον µέν, ὡς αὐτὸς ἔφη, φῶς δὲ τοῖς ὄµµασι παρέχον, ἐν τῷ τῆς ὄψεως ὀργάνῳ πλεῖστόν ἐστιν, ὃ καὶ τοῦτο πάλιν αὐτὸς ἐδήλωσεν ἐν ταὐτῷ βιβλίῳ τῷ Τιµαίῳ κατὰ τήνδε τὴν ῥῆσιν·

7.6.5. “τῶν δ’ ὀργάνων πρῶτον µὲν φωσφόρα συνετεκτήναντο ὄµµατα τοιᾷδε ἐνδήσαντες αἰτίᾳ·τοῦ πυρὸς ὅσον µὲν τὸ καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥµερον, οἰκεῖον ἑκάστης ἡµέρας σῶµα ἐµηχανήσαντο γίγνεσθαι.

7.6.6. τὸ γὰρ ἐντὸς ἡµῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀµµάτων ῥεῖν, λεῖον καὶ πυκνὸν ὅλον µέν, µάλιστα δὲ τὸ µέσον συµπιλήσαντες τῶν ὀµµάτων, ὥστε τὸ µὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ µόνον αὐτὸ καθαρὸν διηθεῖν.”

7.6.7. ὁποῖον µὲν οὖν τι τὸ τῆς ὄψεώς ἐστιν ὄργανον ἐν τούτοις ἐδήλωσεν· ὅπως δὲ ὁρῶµεν ἐν τοῖς ἐφεξῆς. συνάπτων γοῦν τοῖς προειρηµένοις φησίν·

7.6.8. “ὅταν µὲν οὖν µεθηµερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦµα, τότ’ ἐκπῖπτον ὅµοιον πρὸς ὅµοιον ξυµπαγὲς γενόµενον σῶµα οἰκειωθὲν ξυνέστη κατὰ τὴν <τῶν> ὀµµάτων εὐθυωρίαν ὅπῃπερ ἀντερείδει τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τὸ ἔξω συνέπεσεν.

7.6.9. ὁµοιοπαθὲς δὴ δι’ ὁµοιότητα πᾶν γενόµενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶµα µέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην ᾗ δὴ ὁρᾶν φαµεν.”

7.6.10. Aὗται µὲν αἱ τοῦ Πλάτωνος ῥήσεις αὐγοειδὲς τὸ τῆς ὄψεως ὄργανον εἶναι λέγοντος αἴσθησίν τε γίγνεσθαι δι’ αὐτοῦ τῶν κατὰ τὴν αὐγὴν παθηµάτων, ὥσπερ τῶν κατὰ τὸν ἀέρα διὰ τῆς ἀκοῆς· τῷ γὰρ ὁµοίῳ τὸ ὅµοιον εἰς τὴν τῶν παθηµάτων ἀφικνεῖται κοινωνίαν.

7.6.11. δύο δὲ σηµαινούσης ἁπάσης τῆς τοιαύτης λέξεως, οἵαν καὶ ὁ ᾿Εµπεδοκλῆς ἐποιήσατο λέγων “γαίῃ µὲν γὰρ γαῖαν ὀπώπαµεν, ὕδατι δ’ ὕδωρ”, ἓν µὲν ὅτι δι’ ὀργάνου τοιοῦδε, δεύτερον δὲ ὅτι διὰ δυνάµεως τοιᾶσδε, τὸ µὲν ὡς δι’ ὀργάνου συγχωρητέον ἀληθὲς εἶναι, τὸ δ’ ὡς διὰ δυνάµεως οὐκέτι.

7.6.12. τὸ γάρ τοι πρῶτον αἰσθητικόν, ὅ τιπερ ἂν ᾖ, κοινὸν ἁπασῶν ἐστι τῶν κατὰ µέρος αἰσθήσεων, ὡς καὶ τοῦτο Πλάτων ἐν ἄλλοις τέ τισι καὶ µέντοι καὶ Θεαιτήτῳ διδάσκει κατ’ ἐκεῖνο τὸ µέρος τοῦ συγγράµµατος ἔνθα φησί·

7.6.13. “δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί τινες ἐν ἡµῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ µὴ εἰς µίαν τινὰ ἰδέαν εἴτε ψυχὴν εἴθ’ ὅ τι δεῖ καλεῖν πάντα ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων αἰσθανόµεθα ὅσα αἰσθητά.”

7.6.14. καὶ κατασκευάζων γε διὰ πλειόνων ἑξῆς ὁ Πλάτων τὸν λόγον ὧδέ φησι· “θερµὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα δι’ ὧν αἰσθάνῃ, ἆρ’ οὐ τοῦ σώµατος ἕκαστα τίθης ἢ ἄλλου τινός;

7.6.15. οὐδενὸς ἄλλου. ἢ καὶ ἐθελήσεις ὁµολογεῖν ἃ δι’ ἑτέρας δυνάµεως αἰσθάνῃ, ἀδύνατον εἶναι δι’ ἄλλης ταῦτ’ αἰσθέσθαι, οἷον ἃ δι’ ἀκοῆς, δι’ ὄψεως, ἢ ἃ δι’ ὄψεως, δι’ ἀκοῆς;

7.6.16. πῶς γὰρ οὐκ ἐθελήσω; εἴ τι[*] ἄρα περὶ ἀµφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου οὐδ’ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀµφοτέρων αἰσθάνοιο ἄν. οὐ γὰρ οὖν.

7.6.17. περὶ δὴ φωνῆς καὶ τῆς χρόας πρῶτον µὲν αὐτὸ τοῦτο περὶ ἀµφοτέρων διανοῇ, ὅτι ἀµφοτέρω ἐστόν; ἔγωγε. οὐκοῦν καὶ ὅτι ἑκατέρου µὲν ἑκάτερον ἕτερον, ἑαυτῷ δὲ ταὐτόν; τί µήν;

7.6.18. καὶ ὅτι ἀµφοτέρω δύο, ἑκάτερον δὲ ἕν; καὶ τοῦτο. οὐκοῦν καὶ εἴτε ἀνοµοίω εἴτε ὁµοίω ἀλλήλοιν, δυνατὸς εἶ ἐπισκέψασθαι; ἴσως.

7.6.19. ταῦτα δὴ πάντα διὰ τίνος περὶ αὐτῶν διανοῇ; οὔτε γὰρ δι’ ἀκοῆς οὔτε δι’ ὄψεως οἷόν τε τὸ κοινὸν λαµβάνειν περὶ αὐτῶν.

7.6.20. ἔτι δὲ καὶ τόδε τεκµήριον περὶ οὗ λέγοµεν· εἰ γὰρ δυνατὸν εἴη ἀµφοτέρω σκέψασθαι, ἆρ’ ἐστὸν ἁλµυρὼ ἢ οὔ, οἶσθ’ ὅτι ἕξεις εἰπεῖν ᾧ ἐπισκέψῃ, καὶ τοῦτο οὔτε ὄψις οὔτε ἀκοὴ φαίνεται, ἀλλά τι ἄλλο.

7.6.21. τί δ’ οὐ µέλλει, ἥ γε διὰ τῆς γλώττης δύναµις; καλῶς λέγεις. ἡ δὲ δὴ διὰ τίνος δύναµις τό τ’ ἐφ’ ἅπασι κοινὸν καὶ τὸ ἐπὶ τούτοις δηλοῖ σοι, ᾧ τὸ ἔστιν ἐπονοµάζεις καὶ τὸ οὐκ ἔστι καὶ ἃ νῦν δὴ ἠρωτῶµεν περὶ αὐτῶν; <τούτοις> πᾶσι ποῖα ἀποδώσεις ὄργανα, δι’ ὧν αἰσθάνεται ἡµῶν τὸ αἰσθανόµενον ἕκαστα;”

7.6.22. ῎Eν τε οὖν τούτοις ὁ Πλάτων ὥσπερ οὖν κἀν τοῖς ἐφεξῆς ἐν ἄλλοις τέ τισι διαλόγοις ἐδίδαξεν ἡµᾶς ὑπὲρ τῆς κοινῆς δυνάµεως, ἥτις ἐξ ἐγκεφάλου διὰ τῶν νεύρων εἰς ἕκαστον τῶν αἰσθητηρίων ἀφικνουµένη τῶν ἐν αὐτοῖς ἀλλοιώσεων αἰσθάνεται· ὡς εἴ γε δυνατὸν ἦν τοῖς ἰδίοις παθήµασιν αὐγῆς ἄλλο τι συναλλοιωθῆναι παρὰ τὸ φωτοειδὲς ὄργανον ἢ τοῖς τῶν ἀτµῶν ἕτερόν τι τοῦ ἀτµοειδοῦς ἢ τοῖς τοῦ ἀέρος ἄλλο τι παρὰ τὸ ἀεροειδὲς ἢ τοῖς τῶν ὑγρῶν ἕτερόν τι παρὰ τὸ γευστικόν τε καὶ πλῆρες χυµῶν, οὐκ ἂν ἐγεγόνει τὰ τῶν αἰσθητηρίων ὄργανα· νυνὶ δ’ οὐχ οὕτως ἔχει.

7.6.23. τὰ µὲν γὰρ ἐν τοῖς ἀντιβαίνουσι σώµασιν ὅσαπερ ἦν ἴδια τῆς οἰκείας διαφορᾶς <οὐχ> ἅπαντι µορίῳ νεύρων µεταλαβόντι δυνατὸν αἰσθάνεσθαι, διότι µηδὲ παθεῖν ἅπαν ὑπὸ τῆς τοῦ γηΐνου σώµατος προσβολῆς ἐπιτήδειόν ἐστιν.

7.6.24. ἦν δ’ αὐτῶν πρώτη µὲν ἡ κατ’ ὀξύτητα καὶ ἀµβλύτητα, δευτέρα δ’ ἡ κατὰ θερµότητα καὶ ψυχρότητα, κατὰ συµβεβηκὸς δ’ αἱ λοιπαί, µέγεθός τε καὶ σχῆµα καὶ κίνησις καὶ ἀριθµός, αἱ καὶ µετὰ συλλογισµοῦ καὶ µνήµης, οὐ µόνης αἰσθήσεως ἐδείχθησαν γιγνόµεναι κατά γε τὴν ἁφὴν καὶ τὴν ὄψιν ἐν τῇ Περὶ τῆς ἀποδείξεως πραγµατείᾳ, καθ’ ἣν πρώτην ἀξιῶ γεγυµνάσθαι τὸν ἀκριβῶς ἕπεσθαι τοῖς νῦν λεγοµένοις ἐφιέµενον.

7.6.25. ὥσπερ δὲ τὰ τῆς ἁπτικῆς αἰσθήσεως αἰσθητὰ δι’ ἀντιβάσεως, οὕτως τὰ τῆς γευστικῆς δι’ ὑγρότητός τε καὶ χυµῶν εἰς γνῶσιν ἥκει.

7.6.26. καὶ ἢν ξηρανθεῖσά ποτε τύχῃ σφοδρῶς ἡ γλῶττα, διαφθείρεται τῶν χυµῶν ἡ διάγνωσις µὴ δυναµένου τοῦ παθόντος αὐτὸ διακρῖναι τί µὲν ὀξὺ τί δὲ πικρόν ἐστιν ἢ δριµύ, τί δὲ αὐστηρὸν ἢ στρυφνὸν ἢ ὅλως στῦφον, ὥσπερ οὐδὲ τί µὲν γλυκὺ τί δ’ ἁλµυρόν.

7.6.27. ἐµφράξεως δὲ γενοµένης τῶν πόρων τῆς ῥινὸς ἡ ἐκ τῶν ὀδµῶν αἴσθησις ἀπόλλυται, καθάπερ γε καὶ ἡ τῶν φωνῶν ἐὰν ἐµφραχθῇ τὰ ὦτα, µὴ διϊκνουµένης εἰς ἑκάτερον τῶν ὀργάνων τῆς οἰκείας ἀλλοιώσεως, εἰς µὲν τὸ ἀτµοειδὲς ἐκ τῶν ὀδµῶν, ἀτµὸς γὰρ ἡ τούτων οὐσία, εἰς δὲ τὸ ἀεροειδὲς ἐκ τῶν φωνῶν, ἐπειδὴ καὶ τούτων ἀήρ ἐστιν ἡ οὐσία.

7.6.28. ταῖς τοιαύταις ἐµφράξεσιν ἀνάλογόν ἐστι καὶ τὸ τῶν ὀφθαλµῶν πάθηµα· καλεῖται δὲ ὑπόχυσις. ἐµφράττεται δὲ ἐν αὐτῷ τῆς ἡλιοειδοῦς αὐγῆς ὁ κατὰ τὸν ῥαγοειδῆ χιτῶνα πόρος, ὡς µηκέτι συνάπτεσθαι τὸ τῆς ὄψεως ἴδιον ὄργανον τῷ περιέχοντι τὸν ὅλον ὀφθαλµὸν ἔξωθεν ἀέρι.

7.6.29. τοῦτ’ οὖν αὐτὸ*** καὶ κατ’ ἐκείνην τὴν ῥῆσιν ὁ Πλάτων ἐδήλωσεν, ἔνθα φησί· “σωµατοειδὲς δὴ καὶ ὁρατὸν ἁπτόν τε δεῖ τὸ γενόµενον εἶναι· χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς· ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς σῶµα ἀρχόµενος συνιστάναι ὁ θεὸς ἐποίει.”

7.6.30. ἐκ πυρὸς γὰρ καὶ γῆς πεποιῆσθαί φησι τὸ σῶµα τοῦ παντός, ἵν’ ὁρατόν τε καὶ ἁπτὸν ᾖ. διὰ τοῦτ’ οὖν καὶ κατὰ <τὰ> τῶν ζῴων σώµατα τὸ µὲν ἁπτικὸν ὄργανον γεῶδές ἐστι, τὸ δ’ ὀπτικὸν πυροειδές, ἅπερ ἀλλοιοῦσθαι µὲν ἠδύνατο καὶ χωρὶς αἰσθήσεως, εἰ µὴ µετέσχε νεύρων, αἰσθάνεται <δὲ> τῆς ἀλλοιώσεως µετουσίᾳ τούτων.

7.6.31. οὔκουν ἀλλοίωσίς ἐστιν ἡ αἴσθησις, ὡς ἔνιοί φασιν, ἀλλὰ διάγνωσις ἀλλοιώσεως.

7.6.32. Oοὐ µὴν οὐδ’ ἀρκεῖ λείαν ἢ τραχεῖαν ἐν τῷ σώµατι γενέσθαι κίνησιν εἰς ἡδονῆς ἢ πόνου γένεσιν, ἀλλὰ χρὴ προσελθεῖν αἴσθησιν ἑκατέρᾳ τῶν τοιούτων κινήσεων.

7.6.33. εἰ δὲ καὶ τὴν διάθεσιν αὐτὴν ἐθέλοις καλεῖν ὀδύνην ἢ πόνον, οὔ µοι διαφέρει· µόνον γὰρ ἀξιῶ σε µεµνῆσθαι τοῦ διαφέρειν ἀλλήλων τήν τε διάθεσιν ἣν ἴσχει τὰ σώµατα τῆς φύσεως ἐξιστάµενα, καὶ τὴν αἴσθησιν αὐτῆς, ἐπεί τισί γε καθάπερ ῾Ιπποκράτει κέκληταί ποθ’ ἡ διάθεσις µόνη πόνος, ἔνθα φησίν· “ὁκόσοι πονέοντές τι τοῦ σώµατος τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τούτοισιν ἡ γνώµη νοσεῖ.”

7.6.34. τοὺς γὰρ βεβλαµµένους ὁτιοῦν µέρος οὕτως σφοδρῶς ὡς εἰ µὴ παρεφρόνουν, ἀλγεῖν, ὠνόµασε πονοῦντας.

7.6.35. ὅταν οὖν φῇ “ὀδύνη γίγνεται καὶ διὰ τὸ θερµὸν καὶ διὰ τὸ ψυχρὸν καὶ διὰ τὸ πλεῖον καὶ διὰ τὸ ἔλαττον καὶ ἐν µὲν τοῖσιν ἐψυγµένοισι τοῦ σώµατος διὰ τὸ θερµαῖνον, ἐν δὲ τοῖσι τεθερµασµένοισι διὰ τὸ ψῦχον, καὶ τοῖσι τὴν φύσιν διαφθειροµένοισιν ὀδύναι γίγνονται,” µὴ νοµίσῃς αὐτὸν ἀλλοίωσίν τινα βραχεῖαν φάναι, ἀλλὰ σφοδρᾶς ἀλλοιώσεως αἴσθησιν, ἥτις αἴσθησις οὐ δύναται γενέσθαι χωρὶς τῆς τοῦ πάσχοντος σώµατος εἰς τὸ παρὰ φύσιν ἐξαλλαγῆς.

7.6.36. ἡ δέ γε βραχεῖα µεταβολὴ τῶν σωµάτων αἴσθησιν µὲν ἐργάζεται διαγνωστικὴν τῆς τοῦ ποιήσαντος δυνάµεως, ὅταν γ’ αἰσθητικὸν ὑπάρχῃ δηλονότι τὸ ἀλλοιούµενον, ὀδύνην δ’ οὐδέπω παρέχει. πάσχει δ’ ἑτοίµως τὰς βραχείας µεταβολὰς ἀπὸ τῶν ὁµογενῶν ἓν ἕκαστον.

7.7.1. Aαὐτίκα γέ τοι τὸ τῆς ὄψεως ὄργανον, ἐπειδὴ χρωµάτων ἐχρῆν αὐτὸ διαγνωστικὸν ὑπάρχειν, αὐγοειδὲς ἐγένετο µόνων τῶν τοιούτων σωµάτων ἀλλοιοῦσθαι πεφυκότων ὑπὸ χρωµάτων, ὡς δηλοῖ καὶ ὁ περιέχων ἀήρ, ἡνίκα <ἂν> µάλιστα καθαρὸς ὑπάρχῃ, τηνικαῦθ’ ὑπὸ χρωµάτων ἀλλοιούµενος.

7.7.2. ἰδεῖν γοῦν ἐστιν ὅταν ἐν ἀέρι τοιούτῳ τις ὑπὸ δένδρῳ κατακείµενος ᾖ, τὸ τοῦ δένδρου χρῶµα περιχεόµενον αὐτῷ. καὶ τὸ τοῦ τοίχου δὲ χρῶµα πολλάκις ἀὴρ λαµπρὸς ψαύσας ἐδέξατό τε καὶ διεκόµισεν ἐφ’ ἕτερον σῶµα, καὶ µάλισθ’ ὅταν ᾖ τὸ χρῶµα κυανοῦν ἢ ξανθὸν ἢ ὁπωσοῦν ἑτέρως εὐανθές.

7.7.3. καὶ µὲν δὴ καὶ ὥσπερ ὑπὸ τῆς ἡλιακῆς αὐγῆς αὐτῷ τῷ ψαῦσαι µόνον ὁ πᾶς ἀὴρ ἀθρόως ὁµοιοῦται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τοῦ χρώµατος αὐτίκα µεταβάλλεται.

7.7.4. ταυτὶ µὲν οὖν ὀρθότατα καὶ πρὸς ᾿Αριστοτέλους εἴρηται περί τε τῆς παραχρῆµα µεταβολῆς τῶν οὕτως ἀλλοιουµένων, ὡς κινδυνεύειν ἄχρονον εἶναι, καὶ περὶ ταύτην καὶ διότι πέφυκεν ὑπὸ χρωµάτων ὁ λαµπρὸς ἀὴρ ἀλλοιούµενος ἄχρι τοῦ τῆς ὄψεως ὀργάνου διαπέµπειν τὴν ἀλλοίωσιν· οὐ µὴν ὅπως γε τὴν θέσιν ἢ τὸ µέγεθος ἢ τὸ διάστηµα γνωρίζοµεν ἑκάστου τῶν αἰσθητῶν εἶπεν ὁ ᾿Αριστοτέλης.

7.7.5. ἀλλὰ καὶ συλλογιζόµενοι περὶ τὸ δόγµα πολλοὶ τῶν ἀπ’ αὐτοῦ κατάφωροι γίγνονται ψευδόµενοι µήτ’ ὀσµῶν µήτε φωνῶν συνενδεικνυµένων τὸν τόπον ὅθεν ἥκουσιν, ὡς ἐν τῷ πέµπτῳ δέδεικται Περὶ ἀποδείξεως.

7.7.6. καὶ µὲν δὴ καὶ τὸ διὰ τῶν κατόπτρων ὅσα τε ἄλλα στιλπνὰ σώµατα ποτὲ µὲν ἡµᾶς αὐτοὺς θεᾶσθαι, ποτὲ δὲ ἄλλους τινὰς ἐκ πλαγίων ἢ ὄπισθεν, ὥσπερ τοῖς ἄλλοις ἅπασι πλὴν Πλάτωνος, οὕτω καὶ ᾿Αριστοτέλει µάχεται, µόνου τοῦ χρώµατος δυναµένου κατ’ ἀνάκλασιν ἀπὸ τῶν ὁρωµένων ἐπὶ τὴν ἡµετέραν ὄψιν ἀφικέσθαι, µορφῆς δ’ ἢ µεγέθους οὐκέτι.

7.7.7. µορφὴν µὲν γὰρ τῆς ποικιλίας τῶν περὶ τὰ µόρια σχηµάτων ἐργαζοµένης οὔτ’ ἐπινοῆσαι δυνατὸν ἀπ’ αὐτῶν τινα γενέσθαι προσβολὴν τοῖς κατόπτροις οὔτ’ εἰ καὶ γένοιτο, χωρὶς τοῦ κλασθῆναι τὴν ἀνάκλασιν ἐφ’ ἡµᾶς ἀφικέσθαι· πιθανώτερα γὰρ ὅσον ἐπὶ τῷδε τὰ κατ’ ᾿Επίκουρον εἴδωλα.

 

7.7.8. τὸ δὲ µέγεθος ἔτ’ ἀδυνατώτερον ἐγκαταβαίνειν τῇ κόρῃ· καίτοι τοῦτό γε τὰς <περὶ> πάντων τῶν ἄλλων καταβάλλον δόξας ὥσπερ τι σµικρὸν παρέρχονται, περὶ µὲν τοῦ διαστήµατός τε καὶ τῆς θέσεως ἐπιχειροῦντες σοφίζεσθαι, τὴν δὲ τοῦ µεγέθους διάγνωσιν ὅπως γίγνεται παρερχόµενοι, καίπερ διαρρήδην αὐτῶ<ν> ἀνατρέπουσαν τὰς δόξας.

7.7.9. ἀδύνατον γὰρ αἰσθέσθαι τοῦ µεγέθους τῶν ὁρατῶν ἄνευ τοῦ θεωρεῖσθαι τὸ βλεπόµενον ἐν ᾧπερ ἂν ὑπάρχῃ τόπῳ.

7.7.10. Kαίτοι περὶ τῆς ἀνακλάσεως ἣν ἀπὸ τῶν αἰσθητῶν ἐφ’ ἡµᾶς ὁ ᾿Αριστοτέλης ἥκειν λέγει, τῷ λόγῳ δοκεῖ µοι κατανενοηκέναι τὴν ἀτοπίαν, οὐδαµόθι τολµῶν αὐτῇ χρῆσθαι, παρελκόµενος δ’ ὡς ἀπίθανον ἀεί.

7.7.11. καὶ γὰρ ὅπως ἡ ἶρις γίγνεται καὶ ὅπως ἅλως ἤτοι περὶ τὸν ἥλιον ἢ τὴν σελήνην οἵ τ’ ἀνθήλιοι καὶ οἱ παρήλιοι καλούµενοι τά τε διὰ τῶν κατόπτρων ὁρώµενα διερχόµενος, εἰς ἀνάκλασιν ὄψεως ἀναφέρει πάντα, µηδὲν διαφέρειν λέγων ἢ τὴν ὄψιν ἀνακλᾶσθαι νοµίζειν ἢ τὰς ἀπὸ τῶν ὁρωµένων ἀλλοιώσεις τοῦ περιέχοντος ἡµᾶς ἀέρος, ὁµοιότατον κατά γε τοῦτο σοφιζόµενος ᾿Ασκληπιάδῃ τῷ τῆς ὁλκῆς ἀντὶ τοῦ τῆς φορᾶς ὀνόµατι χρωµένῳ· τὸ γὰρ ἀπίθανον τῆς φορᾶς ὑπιδόµενος ἐπετόλµησε τῇ µεταθέσει τῆς προσηγορίας.

7.7.12. οὕτως οὖν καὶ ὁ ᾿Αριστοτέλης ἐπειδὴ σαφῶς ἠπίστατο τῶν κατὰ µέρο[υ]ς ἀπιθάνους ἐρεῖν τὰς ὀπτικὰς αἰτίας εἰ φυλάττοι τὴν ἑαυτοῦ δόξαν, ἐπὶ τὴν ἀλλοτρίαν ἀφίκετο µηδὲν διαφέρειν λέγων ὁποτέρως ἂν ἑρµηνεύῃ.

7.7.13. καίτοι δικαιότατ’ ἄν τις εἴποι πρὸς αὐτόν· “εἰ µηδὲν διαφέρει λέγειν οὕτως ἢ ἐκείνως, τί καταλιπὼν τὴν ἀληθῆ τε καὶ σὴν δόξαν ἀλλοτρίᾳ χρῇ ψευδεῖ; εἰς γὰρ τοὐναντίον σοι περιτραπήσεται τὸ σόφισµα µηδεµίαν αἰτίαν εἰπόντι τῆς ἀλόγου τῶν δογµάτων µεταλλαγῆς, ὥστε ὑποπτευθήσῃ µᾶλλον ἢ πιστευθήσῃ.

7.7.14. καὶ µὴν εἰ διότι πιθανώτερόν σοι τὸ λεγόµενόν ἐστιν, διὰ τοῦτο φαίης προσχρῆσθαι δόγµασιν ἀλλοτρίοις, ἐρωτηθήσῃ πάλιν αὐτοῦ τοῦ πιθανοῦ τὴν αἰτίαν.

7.7.15. εἰ γὰρ ἡ ψευδὴς δόξα τὰς κατὰ µέρος ἁπάσας αἰτίας πιθανωτέρας ἔχει τῆς ἀληθοῦς, ἀπιστηθήσεται πάντα σου τὰ τῶν Προβληµάτων βιβλία.”

7.7.16. Tτὸ µὲν οὖν διὰ µέσου τοῦ ἀέρος ὁρᾶν ἡµᾶς ἐναργές ἐστι καὶ πᾶσιν ὁµολογούµενον, ἡ ζήτησις δὲ ἐπὶ τῷδε γίγνεται, πότερον ὡς δι’ ὁδοῦ τινος µέσης ἀπὸ τῶν ὁρωµένων ἀφικνεῖταί τι πρὸς ἡµᾶς ἢ τοιοῦτον ὄργανον ὁ ἀήρ ἐστιν ἡµῖν εἰς τὴν τῶν ὁρατῶν διάγνωσιν οἷόνπερ τὸ νεῦρον εἰς τὴν τῶν ἁπτῶν.

7.7.17. οἴονται µὲν οὖν οἱ πλεῖστοι καὶ διὰ τοῦ νεύρου τὴν ἀπὸ τῶν προσπιπτόντων ἀλλοίωσιν ἀναδιδοµένην ἐπὶ τὸ τῆς ψυχῆς ἡγεµονικὸν εἰς διάγνωσιν ἄγειν ἡµᾶς αὐτῶν, οὐκ ἐννοοῦντες ὡς οὐκ ἂν ἡ τῆς ὀδύνης αἴσθησις ἐγίγνετο κατὰ τὸ τεµνόµενον ἢ θλώµενον ἢ καόµενον µόριον εἰ µὴ καὶ τῆς αἰσθήσεως ἡ δύναµις ἦ[ν] ἐν αὐτοῖς.

7.7.18. ἔχει δ’ ἐναντίως ἢ δοξάζουσιν ἐκεῖνοι τὸ ἀληθές. αὐτό τε γὰρ τὸ νεῦρον ἐγκεφάλου µέρος ἐστὶν οἷόνπερ ἀκρεµὼν ἢ βλάστηµα δένδρου, τό τε µέλος εἰς ὃ τὸ µέρος ἐµφύεται τὴν δύναµιν αὐτοῦ δεχόµενον εἰς ὅλον ἑαυτὸ διαγνωστικὸν γίνεται τῶν ψαυόντων αὐτοῦ.

7.7.19. παραπλήσιον οὖν τι κἀπὶ τοῦ περιέχοντος ἡµᾶς ἀέρος γίγνεται· πεφωτισµένος γὰρ ὑφ’ ἡλίου τοιοῦτόν ἐστιν ἤδη [τὸ] τῆς ὄψεως ὄργανον οἷον τὸ παραγιγνόµενον ἐξ ἐγκεφάλου πνεῦµα· πρὶν φωτισθῆναι δέ, κατὰ τὴν ὑπὸ <τῆς> τοῦ πνεύµατος εἰς αὐτὸν ἐκ [τῆς] βολῆς ἐναποτελουµένην ἀλλοίωσιν ὁµοιοπαθὲς ὄργανον οὐ γίγνεται.

7.7.20. Mὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾶν ἡµᾶς οἱ Στωϊκοὶ λεγέτωσαν. ἡ γὰρ τοιαύτη διάγνωσις ἀντιβαινόντων ἐστὶ σωµάτων, κατὰ συλλογισµὸν <δ’> ἔτι µᾶλλον· οὐ πιλητοῦ δ’ αἰσθητικὴ ἡ τοῦ ὄµµατος αἴσθησις ἡµῖν ἐστιν οὔτε τῆς σκληρότητος ἢ µαλακότητος, ἀλλὰ χρόας καὶ µεγέθους καὶ θέσεως, ὧν οὐδὲν ἡ βακτηρία διαγνῶναι δύναται.

7.7.21. πολὺ τοίνυν ἄµεινον ὡς ἐν ἐσφαλµένοις ᾿Επίκουρος ἀπεφήνατο τῶν Στωϊκῶν.

7.7.22. ἐκεῖνοι µὲν γὰρ τῶν ὁρατῶν οὐδὲν ἄγουσιν ἄχρι τῆς ὀπτικῆς δυνάµεως, ὁ δ’ ᾿Επίκουρος ἀπεφήνατο ἄγειν· καὶ πολύ γε τούτου κρείττων ᾿Αριστοτέλης, οὐκ εἴδωλον σωµατικὸν ἀλλὰ ποιότητα δι’ ἀλλοιώσεως τοῦ πέριξ ἀέρος ἀπὸ τῶν ὁρατῶν ἄγων ἄχρι τῆς ὄψεως.

7.7.23. εὐλαβήθη*** γὰρ ὅλως αἰσθητικὸν ποιῆσαι τὸν πέριξ ἀέρα, καίτοι τήν γε σάρκα σαφῶς ὁρῶν αἰσθητικὴν γιγνοµένην ἐκ τῆς ἀφικνουµένης εἰς αὐτὴν ἀπὸ τῆς ἀρχῆς δυνάµεως.

7.7.24. τί δὲ χαλεπόν ἐστι τὴν ἡλιακὴν αὐγὴν αἰσθητικὴν ὑποθέσθαι, οἷον µάλιστα τὸ κατὰ τοὺς ὀφθαλµοὺς πνεῦµα τὸ παραγόµενον ἐξ ἐγκεφάλου προδήλως ὁρᾶται; φωτοειδὲς [καὶ] γάρ ἐστιν.

7.7.25. εἰ δὲ καὶ περὶ ψυχῆς οὐσίας ἀποφήνασθαι χρή, δυοῖν θάτερον ἀναγκαῖον εἰπεῖν· ἢ τοῦτ’ εἶναι τὸ οἷον αὐγοειδές τε καὶ αἰθερῶδες σῶµα λεκτέον αὐτήν, εἰς ὃ κἂν µὴ βούλωνται κατ’ ἀκολουθίαν ἀφικνοῦνται Στωϊκοί τε καὶ ᾿Αριστοτέλης, ἢ αὐτὴν µὲν ἀσώµατον ὑπάρχειν οὐσίαν, ὄχηµα δὲ τὸ πρῶτον αὐτῆς εἶναι τουτὶ τὸ σῶµα δι’ οὗ µέσου τὴν πρὸς τἆλλα σώµατα κοινωνίαν λαµβάνει.

7.7.26. τοῦτο µὲν οὖν αὐτὸ δι’ ὅλου λεκτέον ἡµῖν ἐκτετάσθαι τοῦ ἐγκεφάλου, τῇ δέ γε πρὸς αὐτὸ κοινωνίᾳ τὸ κατὰ τὰς ὄψεις [αὐτῶν] πνεῦµα φωτοειδὲς γίγνεσθαι.

7.8.1. Περὶ µὲν οὖν τῆς ᾿Αριστοτέλους τε καὶ τῶν Στωϊκῶν δόξης ὀλίγον ἀναβάλλοµαι, τὸ δὲ τὴν αἴσθησιν τῶν αἰσθητῶν γίγνεσθαι δι’ ἀλλοιώσεώς τε καὶ διαγνώσεως ἐξ ὧν εἶπον δῆλον.

7.8.2. ἀλλοιοῦται µὲν οὖν τὸ τῆς αἰσθήσεως ὄργανον, ἡ διάγνωσις δ’ αὐτοῦ τῆς ἀλλοιώσεως γίγνεται ἐκ µιᾶς δυνάµεως κοινῆς πάντων τῶν αἰσθητηρίων ἐκ τῆς ἀρχῆς ἐπιρρεούσης· τὴν δὲ ἀρχὴν αὐτὴν εἴτε κοινὴν αἴσθησιν εἴτε πρῶτον αἰσθητικὸν ἐθέλοις ὀνοµάζειν, οὐ διοίσει.

7.8.3. καὶ ταύτην ἔδειξεν ὁ πρόσθεν λόγος ἐγκέφαλον οὖσαν, ἀφ’ οὗ πάντα τὰ µόρια αἴσθησίν τε καὶ κίνησιν ἔχει, καθηκόντων ἑτέρων µὲν νεύρων εἰς τὰ τῶν αἰσθήσεων ὄργανα διαγνώσεως ἕνεκα τῶν αἰσθητῶν, ἑτέρων δὲ τῶν κινούντων αὐτὰ τά γε κινεῖσθαι δεόµενα, καθάπερ ὀφθαλµούς τε καὶ γλῶτταν καὶ ὦτα —καὶ γὰρ οὖν καὶ ταῦτα τοῖς πλείστοις τῶν ζῴων κινεῖται, µυῶν τῶν ἐν τῇ κεφαλῇ περιλαµβανόντων αὐτά— δι’ ὧν αἱ καθ’ ὁρµὴν ἅπασαι κινήσεις τοῖς ζῴοις εἰσίν.

7.8.4. ἐξ ὧν ἁπάντων µαρτυρεῖται προσηκόντως εἰρῆσθαι τὸν ἐγκέφαλον ἀρχὴν εἶναι τοῦτο µὲν αἰσθήσεως ἁπάσης τοῖς ζῴοις, τοῦτο δὲ τῆς καθ’ ὁρµὴν κινήσεως.

7.8.5. εἰ δέ γε µὴ διὰ ταῦτα, τίνος ἕνεκεν ἄλλου γέγονεν; ἢ διὰ τί τὰς µήνιγγας ἔξωθεν αὐτῷ περιέτεινεν ἡ φύσις, εἴπερ ἐν ἐκείναις µέν ἐστιν ἡ τῆς ψυχῆς ἀρχή, µάτην δ’ ἐγκέφαλος ἐγένετο; διὰ τί δ’ ἑκάστη τῶν κοιλιῶν αὐτοῦ τιτρωσκοµένη κίνδυνον ὀξύτατον ἐπιφέρει;

7.8.6. διὰ τί δ’ ἀπ’ αὐτοῦ πάντα πέφυκε τὰ νεῦρα καὶ ὁ νωτιαῖος µυελός; ὃς ὅτι µὲν ἀποβλάστηµα τῆς κατὰ τὸν ἐγκέφαλον οὐσίας ἐστίν, ἐναργῶς φαίνεται διὰ τῶν ἀνατοµῶν, ὡς µηδὲ τοὺς µαγείρους ἀγνοεῖν.

7.8.7. ὁποίαν δέ τινα τὴν δύναµιν ἔχει µαθήσῃ ῥᾳδίως, [ὡς] εἰ πρότερον µὲν ἐπὶ τὴν ἀνατοµὴν ἀφικόµενος ἴδοις ἀπ’ αὐτοῦ νεῦρα φυόµενα τὸν ἀριθµὸν ἑξήκοντά που, καταµάθοις δ’ ἑκάστου τὴν χρείαν, ἐνδειξαµένης τῆς κατασκευῆς αὐτῶν ἅµα τοῖς γιγνοµένοις πάθεσιν ἐπὶ ταῖς τοµαῖς.

7.8.8. ἡ µέν γε κατασκευὴ παραπλησία τοῖς ἀπ’ ἐγκεφάλου φυοµένοις τῆς µὲν οἷον ἐντεριώνης ἑκάστου τῶν νεύρων ἀπ’ αὐτοῦ τοῦ νωτιαίου βλαστανούσης, ἐν κύκλῳ δ’ αὐτὸ τῶν µηνίγγων περιλαµβανουσῶν.

7.8.9. ἔχει γὰρ δὴ καὶ ὁ νωτιαῖος ὁµοίως ἐγκεφάλῳ τὰς µήνιγγας ἕνεκα τῆς αὐτῆς χρείας, ἃς εἰ καὶ περιέλοις ἑκάστου τῶν ἀποφυοµένων νεύρων, οὐδὲν βλάπτεται τὸ µέλος εἰς ὃ τὸ νεῦρον ἐµφύεται, µαρτυροῦντος καὶ τοῦδε τοῦ φαινοµένου σκεπάσµατα µὲν εἶναι τὰς µήνιγγας ἐγκεφάλου τε καὶ νωτιαίου, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ κινήσεως δύναµιν ἐν τοῖς ὑπ’ αὐτῶν περιεχοµένοις ὑπάρχειν.

7.8.10. ὅταν οὖν διατέµῃς τὴν ἐντεριώνην τοῦ νεύρου, παραχρῆµα τὸ µέλος εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται φαίνεται παντάπασιν ἀναίσθητόν τε καὶ ἀκίνητον.

7.8.11. ὅτι δὲ καὶ ὁ νωτιαῖος αὐτὸς ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν ἔχει τῶν δυνάµεων, εὔδηλον ἐκ τοῦ διατµηθέντος αὐτοῦ καθ’ ὁτιοῦν µέρος, ὅσον µὲν ἀνωτέρω τῆς τοµῆς ἐστιν, ὑγιὲς διαφυλάττεσθαι, τοῦ κατωτέρω δὲ τὴν αἴσθησιν ἀπόλλυσθαι παραχρῆµα καὶ τὴν κίνησιν, ἁπάντων τῶν ἀπ’ αὐτοῦ λαµβανόντων τὰ νεῦρα µυῶν ἀναισθήτων τε καὶ ἀκινήτων γιγνοµένων.

7.8.12.᾿Ερασίστρατος µὲν οὖν, εἰ καὶ µὴ πρόσθεν, ἀλλ’ ἐπὶ γήρως γε τὴν ἀληθῆ τῶν νεύρων ἀρχὴν κατενόησεν· ᾿Αριστοτέλης δὲ µέχρι παντὸς ἀγνοήσας εἰκότως ἀπορεῖ χρείαν εἰπεῖν ἐγκεφάλου.


Издательство:
Автор